Παρασκευή 12 Απριλίου 2019

12/4/2019 - Ακάθιστος Ύμνος - Ι.Ν. Ευαγγελισμού της Θεοτόκου - Dubai - π. Νεκτάριος Κουρτίδης



⭐⭐⭐⭐⭐⭐⭐

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·.... Χαῖρε, Νύμφη ἀνύμφευτε.



⭐⭐⭐⭐⭐⭐⭐

«Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων καὶ ᾄσω γηθόμενος ταύτης τὰ θαύματα».
ΜΕΤΑΦΡΑΣΗ
Θ’ ἀνοίξω τὸ στόμα μου καὶ θὰ γεμίσει ἀπὸ Πνεῦμα ἅγιο καὶ θ’ ἀπευθύνω λόγο πρὸς τή βασίλισσα Μητέρα τοῦ Θεοῦ· καὶ θὰ μὲ δοῦν νά πανηγυρίζω μὲ φαιδρότητα, ψάλλοντας μὲ εὐφρόσυνη χαρὰ τὰ θαυμαστὰ μεγαλεῖα της.


⭐⭐⭐⭐⭐⭐⭐

Κοντάκιον
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.
ΜΕΤΑΦΡΑΣΗ
Σε σένα, Θεοτόκε, την Υπέρμαχο Στρατηγό
εγώ η Πόλη Σου αποδίδω με ευγνωμοσύνη
την ένδοξη νίκη, επειδή λυτρώθηκα απο τις
φοβερές συμφορές. Αλλά Συ, επειδή Έχεις 
ακατανίκητη δύναμη, ελευθέρωσέ με από κάθε
είδος κινδύνου, για να Σου φωνάζω δυνατά:
Χαίρε, Νύφη ανύμφευτε.
 ⭐⭐⭐⭐⭐⭐⭐
Χαίρε Νύμφη Ανύμφευτε!!!
⭐⭐⭐⭐⭐⭐⭐

Μέλλοντος Συμεῶνος,τοῦ παρόντος αἰῶνος,
μεθίστασθαι τοῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος·
διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
κράζων·
Ἀλληλούια.
 ⭐⭐⭐⭐⭐⭐⭐
Και πάλι
Τῇ ὑπερμάχῷ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.
 ⭐⭐⭐⭐⭐⭐⭐
Νέαν ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης,
ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
ἐξ ἀσπόρου βλαστήσας γαστρός,
καὶ φυλάξας ταύτην,
ὥσπερ ἦν ἄφθορον,
ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χαῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χαῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
 ⭐⭐⭐⭐⭐⭐⭐
Υπεραγία Θεοτόκε, σώσον ημάς
 ⭐⭐⭐⭐⭐⭐⭐
  
Ὦ πανύμνητε Μῆτερ,
ἡ τεκοῦσα τὸν πάντων ἁγίων,
ἁγιώτατον Λόγον·
δεξαμένη γὰρ τὴν νῦν προσφοράν,
ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας,
καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως,
τοὺς σοὶ βοῶντας·
Ἀλληλούια.
 
 ⭐⭐⭐⭐⭐⭐⭐
Η ομιλία του πατέρα Νεκτάριου
⭐⭐⭐⭐⭐⭐⭐
 
Άσπιλε, αμόλυντε, άφθορε, άχραντε, αγνή Παρθένε, Θεόνυμφε Δέσποινα, .....
Και δος ημιν, Δέσποτα ...
Την πάσαν ελπίδα μου εις Σε ανατίθημι, Μήτηρ του Θεού, φύλαξόν μευπό την σκέπην Σου!!!

https://youtu.be/rckCJGoJU2k

 ⭐⭐⭐⭐⭐⭐⭐

Απόλυσις και
Τὴν ὡραιότητα τῆς Παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τὶ δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι. Διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
 

 ⭐⭐⭐⭐⭐⭐⭐


























Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Ομιλίες του πατέρα Ευαγγέλου Παπανικολάου

    Η ΑΝΑΝΕΩΣΗ ΜΕ ΟΛΕΣ ΤΙΣ ΟΜΙΛΙΕΣ ΤΟΥ ΠΑΤΕΡΑ ΕΥΑΓΓΕΛΟΥ ΘΑ ΓΙΝΟΝΤΑΙ ΣΤΟ ΠΑΡΑΚΑΤΩ ΙΣΤΟΧΩΡΟ:   https://pevangelospapanikolaou.blogspo...